Κυριακή 31 Μαΐου 2020

Κυριακή των 318 Πατέρων της Α΄ Οικουμενικής Συνόδου

31 Μαΐου 2020

Κυριακή των Αγίων Πατέρων


Κάθε χρόνο την έκτη Κυριακή μετά το Πάσχα, η Εκκλησία τιμά τη μνήμη των 318 Πατέρων, που πήραν μέρος στην Α΄ Οικουμενική Σύνοδο, στην Νίκαια της Βιθυνίας το 325.


Α΄ Οικουμενική Σύνοδος Πρωτάτο, Άγιον Όρος 1770 - Μητροφάνης μοναχός (Κεντρική μορφή ο άγιος Κωνσταντίνος ο μέγας. Πίσω του αναγνωρίζονται οι μορφές των αγίων Νικολάου, Σπυρίδωνος κ.λ.π.)


Τὸ Εὐαγγέλιον

κ τοῦ κατά Ἰωάννην  Κεφ. 17: 1-13


Τῷ καιρῷ ἐκείνῳ, ἐπάρας ὁ ᾿Ιησοῦς, τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας ᾿Ιησοῦν Χριστόν. Ἐγώ σε ἐδόξασα ἐπί τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ Πάτερ, παρὰ σεαυτῷ τῇ δόξη ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. ᾿Εφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. Νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστιν· ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. ᾿Εγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περί τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι. Καὶ τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. Καὶ οὐκ έτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. Ὅτε ἤμην μετ᾿ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ. Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.



Δείτε ακόμα και τα παρακάτω

Τα θαύματα των Αγίων Αχιλλίου - Σπυρίδωνος - Το ράπισμα του Αγίου Νικολάου στον Άρειο...

Κανόνες τῆς ἐν Νικαίᾳ Ἁγίας καὶ Οἰκουμενικῆς Α´ Συνόδου

Συνεκλήθη ὑπὸ τοῦ Αὐτοκράτορος τῶν Ῥωμαίων Κωνσταντίνου τοῦ Μεγάλου ἐν Νικαίᾳ τῆς Βιθυνίας (325 μ.Χ.)

ιερόν ευαγγέλιον

εικόνα

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου