ΚΥΡΙΑΚΗ 30 ΑΥΓΟΥΣΤΟΥ 2020
῾Ο ῾Ιησοῦς καὶ ὁ πλούσιος νεανίσκος
Κυριακῇ ΙΒ΄ Ματθαῖου
Ἐκ τοῦ κατά
Ματθαῖον. Κεφ. 19:16-26
Τῷ καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τὸ ᾿Ιησοῦ, γονυπετῶν αὐτῷ, καὶ λέγων·
Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον;
Ὁ δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός.
Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς.
Λέγει αὐτῷ· Ποίας;
Ὁ δὲ ᾿Ιησοῦς εἶπε· Τὸ· Οὐ φονεύσεις· Οὐ μοιχεύσεις· Οὐ κλέψεις· Οὐ ψευδομαρτυρήσεις· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα· καὶ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
Λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ;
Ἔφη αὐτῷ ὁ ᾿Ιησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι.
Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον, ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
῾Ο δὲ ῾Ιησοῦς εἶπε τοῖς Μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν, ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
Ἀκούσαντες δὲ οἱ Μαθηταὶ αὐτοῦ, ἐξεπλήσσοντο σφόδρα, λέγοντες· Τίς ἄρα δύναται σωθῆναι;
Ἐμβλέψας δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.
Κινεζική απεικόνιση του Ιησού και του πλούσιου νεαρού άνδρα , Πεκίνο , 1879 |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου