ΚΥΡΙΑΚΗ 10 ΙΑΝΟΥΑΡΙΟΥ 2021
ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ
Ἐκ τοῦ κατά Ματθαῖον, Κεφ. 4: 12-17
Τῷ καιρῷ ἐκείνῳ,
ἀκούσας ὁ ᾿Ιησοῦς ὅτι ᾿Ιωάννης παρεδόθη,
ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν·
καὶ καταλιπὼν τὴν Ναζαρὲτ, ἐλθὼν κατῴκησεν
εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ, ἵνα πληρωθῇ
τὸ ῥηθὲν διὰ ῾Ησαΐου τοῦ προφήτου, λέγοντος·
Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν
θαλάσσης, πέραν τοῦ ᾿Ιορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς
καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.
Ἀπὸ τότε ἤρξατο ὁ ᾿Ιησοῦς κηρύσσειν καὶ λέγειν·
Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
ΦΩΝΗ ΚΥΡΙΟΥ apostoliki-diakonia.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου