Σάββατο 28 Νοεμβρίου 2020

«τά ἀδύνατα παρά ἀνθρώποις δυνατά παρά τῷ Θεῷ ἐστιν»

ΚΥΡΙΑΚΗ 29 ΝΟΕΜΒΡΙΟΥ 2020

ΔΕΚΑΤΗ ΤΡΙΤΗ ΚΥΡΙΑΚΗ ΛΟΥΚΑ

«τά δύνατα παρά νθρώποις δυνατά παρά τ Θε στιν»


κ τοῦ κατά Λουκᾶν  Κεφ. 18:18-27

Τῷ καιρῷ ἐκείνῳ,

ἄνθρωπος τις προσῆλθε τῷ ᾿Ιησοῦ, πειράζων αὐτὸν, καὶ λέγων·

Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;

 Εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς·

Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός.

Τὰς ἐντολὰς οἶδας·

Μὴ μοιχεύσῃς· μὴ φονεύσῃς· μὴ κλέψῃς· μὴ ψευδομαρτυρήσῃς· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.

Ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.

 Ἀκούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ·

Ἔτι ἕν σοι λείπει·

πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς,

καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ,

καὶ δεῦρο ἀκολούθει μοι.

Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα.

Ἰδὼν δὲ αὐτὸν ὁ ᾿Ιησοῦς περίλυπον γενόμενον εἶπε·

πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ!

Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.

 Εἶπον δὲ οἱ ἀκούσαντες·

Καὶ τίς δύναται σωθῆναι;

Ὁ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.




Τὸ Εὐαγγέλιον


Φωνή του Κυρίου

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου