Ευαγγέλιο
Κυριακής των Βαΐων
Ιωάν.
ιβ΄ 1-18
῾Η
Μαρία μυρώνει τὸν ᾿Ιησοῦν εἰς Βηθανίαν
ΙΒ´\Ο
οὖν ᾿Ιησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα
ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος
ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. 2
ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ
ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς
ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. 3 ἡ οὖν
Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου
πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας
τοῦ ᾿Ιησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν
αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία
ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4
λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ,
᾿Ιούδας Σίμωνος ᾿Ισκαριώτης, ὁ μέλλων
αὐτὸν παραδιδόναι· 5 διατί τοῦτο τὸ
μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων
καὶ ἐδόθη πτωχοῖς; 6 εἶπε δὲ τοῦτο
οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ,
ἀλλ' ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον
εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν. 7
εἶπεν οὖν ὁ ᾿Ιησοῦς· ἄφες αὐτήν,
εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου
τετήρηκεν αὐτό. 8 τοὺς πτωχοὺς γὰρ
πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ
πάντοτε ἔχετε. 9 ῎Εγνω οὖν ὄχλος πολὺς
ἐκ τῶν ᾿Ιουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ
ἦλθον οὐ διὰ τὸν ᾿Ιησοῦν μόνον, ἀλλ'
ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν
ἐκ νεκρῶν. 10 ἐβουλεύσαντο δὲ οἱ
ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον
ἀποκτείνωσιν, 11 ὅτι πολλοὶ δι' αὐτὸν
ὑπῆγον τῶν ᾿Ιουδαίων καὶ ἐπίστευον
εἰς τὸν ᾿Ιησοῦν.
Ευαγγέλιο Κυριακής των Βαΐων
Η
Βαϊφόρος, 15ος αι.,
Ιερά
Μονή Αγίου Ιωάννη του Λαμπαδιστή παρά
τον Καλοπαναγιώτη
Ιερά
Μητρόπολις Μόρφου, Κύπρος
|
῾Η θριαμβευτικὴ εἴσοδος εἰς τὰ ῾Ιεροσόλυμα
12
Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς
τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται
᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα, 13 ἔλαβον
τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον
εἰς ὑπάντησιν αὐτῷ, καὶ ἔκραζον·
ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν
ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ
᾿Ισραήλ. 14 εὑρὼν δὲ ὁ ᾿Ιησοῦς ὀνάριον
ἐκάθισεν ἐπ' αὐτό, καθώς ἐστι
γεγραμμένον· 15 μὴ φοβοῦ, θύγατερ Σιών·
ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος
ἐπὶ πῶλον ὄνου. 16 Ταῦτα δὲ οὐκ ἔγνωσαν
οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ' ὅτε
ἐδοξάσθη ὁ ᾿Ιησοῦς, τότε ἐμνήσθησαν
ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα,
καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17 ᾿Εμαρτύρει
οὖν ὁ ὄχλος ὁ ὢν μετ' αὐτοῦ ὅτε τὸν
Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου
καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.
18 διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
18 διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
῾Η αἴτησις τῶν ῾Ελλήνων
20
῏Ησαν δέ τινες ῞Ελληνες ἐκ τῶν
ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν
τῇ ἑορτῇ. 21 οὗτοι οὖν προσῆλθον
Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας,
καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε,
θέλομεν τὸν ᾿Ιησοῦν ἰδεῖν. 22 ἔρχεται
Φίλιππος καὶ λέγει τῷ ᾿Ανδρέᾳ, καὶ
πάλιν ᾿Ανδρέας καὶ Φίλιππος λέγουσι
τῷ ᾿Ιησοῦ· 23 ὁ δὲ ᾿Ιησοῦς ἀπεκρίνατο
αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα
δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.