Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου το ἀνάγνωσμα.
Εὐαγγέλιον
Ζ' Κεφ. 27: 33-54
Τῷ
καιρῷ ἐκείνῳ, ἐλθόντες οἱ στρατιῶται
εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅς ἐστι
λεγόμενος Κρανίου τόπος, ἔδωκαν αὐτῷ
πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον·
καὶ γευσάμενος, οὐκ ἤθελε πιεῖν.
Σταυρώσαντες δὲ αὐτὸν, διεμερίσαντο
τὰ ἱμάτια αὐτοῦ, βαλόντες κλῆρον,
ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ
Προφήτου· «Διεμερίσαντο τὰ ἱμάτιά
μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν
μου ἔβαλον κλῆρον»· καὶ καθήμενοι,
ἐτήρουν αὐτὸν ἐκεῖ. Καὶ ἐπέθηκαν
ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν
αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν
᾿Ιησοῦς ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων.
Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί,
εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν
αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν,
καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν,
καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν!
σῶσον σεαυτόν· εἰ Υἱὸς εἶ τοῦ Θεοῦ,
κατάβηθι ἀπὸ τοῦ Σταυροῦ. Ὁμοίως δὲ
καὶ οἱ Ἀρχιερεῖς, ἐμπαίζοντες μετὰ
τῶν Γραμματέων καὶ Πρεσβυτέρων, καὶ
Φαρισαίων, ἔλεγον· ἄλλους ἔσωσεν,
ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ Βασιλεὺς
᾿Ισραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ
Σταυροῦ, καὶ πιστεύσωμεν αὐτῷ·
Πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν
αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ, ὅτι
Θεοῦ εἰμι Υἱός. Τὸ δ᾿ αὐτὸ καὶ οἱ
λῃσταὶ, οἱ συσταυρωθέντες αὐτῷ,
ὠνείδιζον αὐτόν. ᾿Απὸ δὲ ἕκτης ὥρας
σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν,
ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην
ὥραν ἀνεβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ,
λέγων· Ἠλὶ, Ἠλί, λαμὰ σαβαχθανί,
τοῦτ᾿ ἔστι, Θεέ μου, Θεέ μου, ἱνα τί
με ἐγκατέλιπες; Τινὲς δὲ τῶν ἐκεῖ
ἑστώτων ἀκούσαντες, ἔλεγον· ὅτι
᾿Ηλίαν φωνεῖ οὗτος. Καὶ εὐθέως δραμὼν
εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον,
πλήσας τε ὄξους, καὶ περιθεὶς καλάμῳ,
ἐπότιζεν αὐτόν. Οἱ δὲ λοιποὶ ἔλεγον·
Ἄφες, ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας σώσων
αὐτόν. Ὁ δὲ ᾿Ιησοῦς, πάλιν κράξας
φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα. Καὶ
ἰδοὺ, τὸ καταπέτασμα τοῦ Ναοῦ ἐσχίσθη
εἰς δύο, ἀπὸ ἄνωθεν ἕως κάτω· καὶ ἡ
γῆ ἐσείσθη· καὶ αἱ πέτραι ἐσχίσθησαν·
καὶ τὰ μνημεῖα ἀνεῴχθησαν· καὶ πολλὰ
σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη,
καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ
τὴν ἔγερσιν αὐτοῦ, εἰσῆλθον εἰς τὴν
ἁγίαν Πόλιν, καὶ ἐνεφανίσθησαν
πολλοῖς. ῾Ο δὲ Ἑκατόνταρχος, καὶ οἱ
μετ᾿ αὐτοῦ, τηροῦντες τὸν ᾿Ιησοῦν,
ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα,
ἐφοβήθησαν σφόδρα, λέγοντες· Ἀληθῶς
Θεοῦ Υἱὸς ἦν οὗτος.