Κυριακή 19 Ιουλίου 2020

Κυριακή των Αγίων Πατέρων της Δ΄ Οικουμενικής Συνόδου

19 ΙΟΥΛΙΟΥ 2020

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Η αγία Δ΄ Οικουμενική Σύνοδος, που συνήλθε από τον αυτοκράτορα Μαρκιανό και τη σύζυγό του Πουλχερία, στην Χαλκηδόνα, το 451 μ.Χ.

 κ τοῦ κατά Ματθαῖον. Κεφ. 5: 14-19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς·

῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.

Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.

Ἀμὴν γὰρ λέγω ὑμῖν·

Ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.

Ὅς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.




Κανόνες τῆς ἐν Χαλκηδόνι Ἁγίας καὶ Οἰκουμενικῆς Δ´ Συνόδου Συνεκλήθη ὑπὸ τοῦ Αὐτοκράτορος τῶν Ῥωμαίων Μαρκιανοῦ ἐν Χαλκηδόνι (451 μ.Χ.)


Ιερόν Ευαγγέλιον

Εικόνα


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου