ΚΥΡΙΑΚΗ 5 ΙΟΥΛΙΟΥ 2020
Κυριακῇ Δ' Ματθαῖου
Ο Ιησούς κι ο Εκατόνταρχος
Ἐκ τοῦ κατά Ματθαῖον. Κεφ. 8: 5-13
Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ
εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ Ἑκατόνταρχος, παρακαλῶν αὐτὸν, καὶ λέγων· Κύριε,
ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. Καὶ λέγει
αὐτῷ ὁ ᾿Ιησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Καὶ ἀποκριθεὶς ὁ
Ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ
μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ
ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ
πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ
ποιεῖ. Ἀκούσας δὲ ὁ ᾿Ιησοῦς, ἐθαύμασε, καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω
ὑμῖν, οὐδὲ ἐν τῷ ᾿Ισραὴλ τοσαύτην πίστιν εὗρον. Λέγω δὲ ὑμῖν, ὅτι πολλοὶ ἀπὸ
ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ
᾿Ιακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς
τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ
εἶπεν ὁ ᾿Ιησοῦς τῷ Ἑκατοντάρχῳ· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη
ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου