Κυριακή
2 Μαΐου 2021
ΤΗ
ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ
Η ΑΝΑΣΤΑΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
Εἰς τόν Ὄρθρον
Τὸ Β΄ Ἑωθινόν Εὐαγγέλιον
Ἐκ
τοῦ κατὰ Μάρκον Κεφ. 16:1-8
Διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία
ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη, ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν
τὸν᾿Ιησοῦν.
Καὶ
λίαν πρωῒ τῆς μιᾶς Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ
ἡλίου.
Καὶ
ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ
μνημείου;
Καὶ
ἀναβλέψασαι, θεωροῦσιν, ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα.
Καὶ
εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς,
περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν.
Ὁ
δὲ λέγει αὐταῖς·
Μὴ
ἐκθαμβεῖσθε· ᾿
Ιησοῦν
ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον·
ἠγέρθη, οὐκ ἔστιν ὧδε·
ἴδε,
ὁ τόπος ὅπου ἔθηκαν αὐτόν.
Ἀλλ᾿
ὑπάγετε, εἴπατε τοῖς Μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς
τὴν Γαλιλαίαν·
ἐκεῖ
αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.
Καὶ
ἐξελθοῦσαι ταχύ, ἔφυγον ἀπὸ τοῦ μνημείου·
εἶχε
δὲ αὐτὰς τρόμος καὶ ἔκστασις·
καὶ
οὐδενὶ οὐδὲν εἶπον·
ἐφοβοῦντο
γάρ.
Τὸ Εὐαγγέλιον
Ἐκ τοῦ κατά
Ἰωάννην Κεφ.1: 1-17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ
Θεὸς ἦν ὁ Λόγος.
Οὗτος
ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.
Πάντα
δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.
Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν
ἀνθρώπων.
Καὶ τὸ φῶς ἐν τῇ σκοτία φαίνει, καὶ ἡ σκοτία
αὐτὸ οὐ κατέλαβεν.
᾿Εγένετο
ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ ᾿Ιωάννης.
Οὗτος
ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾿
αὐτοῦ.
Οὐκ
ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
῏Ην
τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
Ἐν
τῷ κόσμω ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
Εἰς
τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
Ὅσοι
δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν
εἰς τὸ ὄνομα αὐτοῦ.
Οἳ
οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾿ ἐκ
Θεοῦ ἐγεννήθησαν.
Καὶ
ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν,
καὶ
ἐθεασάμεθα τὸν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός· πλήρης χάριτος καὶ
ἀληθείας.
᾿Ιωάννης
μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων·
οὗτος
ἦν ὃν εἶπον·
Ὁ
ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν·
ὅτι
πρῶτός μου ἦν.
Καὶ
ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος.
Ὅτι
ὁ νόμος διὰ Μωῡσέως ἐδόθη·
ἡ
χάρις καὶ ἡ ἀλήθεια διὰ ᾿Ιησοῦ Χριστοῦ ἐγένετο.
Εἰς τὸν Ἑσπερινόν
Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ. 20: 19-25
Οὔσης ὀψίας, τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν Σαββάτων, καὶ
τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ Μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν
᾿Ιουδαίων,
ἦλθεν
ὁ ᾿Ιησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς·
Εἰρήνη ὑμῖν.
Καὶ
τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ.
Ἐχάρησαν
οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον.
Εἶπεν
οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς πάλιν·
Εἰρήνη
ὑμῖν.
καθὼς
ἀπέσταλκέ με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς.
Καὶ
τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς·
Λάβετε
Πνεῦμα ῞Αγιον.
Ἄν
τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.
Θωμᾶς
δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ
᾿Ιησοῦς.
Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι Μαθηταί·
Ἑωράκαμεν
τὸν Κύριον.
Ὁ
δὲ εἶπεν αὐτοῖς·
Ἐὰν
μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου
εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ
πιστεύσω.
Πηγή: christopherklitou.com
Πηγές
εικόνων
και κείμενα:
«Οἱ Μυροφόρες κηρύττουν τήν ἀνάσταση τοῦ
Χριστοῦ. Ἑρμηνεία τῶν διαφορῶν τῶν τεσσάρων εὐαγγελιστῶν».
ΕΙΣ ΤΟ «ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»
Του Μητροπολίτου Φλωρίνης π. Αυγουστίνου Καντιώτου
† ἐπίσκοπος Αὐγουστῖνος (ἱ. ναὸς Ἁγίου Παντελεήμονος Φλωρίνης Πάσχα 14-4-1974) augoustinos-kantiotis.gr
Αὐτή εἶναι «ἡ εἰρήνη τοῦ Θεοῦ ἢ ὑπερέχουσα
πάντα νοῦν»
Ἡ Πρώτη Κυριακή μετά τό Πάσχα
Ἁγίου Νικολάου Βελιμίροβιτς kirigmata.blogspot.com
Η Ανάσταση του Χριστού
Παρουσίαση από Δημοτικό Σχολείο Περνέρα στον Στρόβολο
Λευκωσίας
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου