ΚΥΡΙΑΚΗ 15 ΝΟΕΜΒΡΙΟΥ 2020
ΟΓΔΟΗ ΚΥΡΙΑΚΗ ΛΟΥΚΑ
Ἡ παραβολὴ τοῦ καλοῦ Σαμαρείτου
Ἐκ
τοῦ κατά Λουκᾶν Κεφ.10:25-27
Τῷ καιρῷ ἐκείνῳ,
Νομικός τις προσῆλθε τῷ ᾿Ιησοῦ, πειράζων αὐτὸν, καὶ
λέγων·
Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
Ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς
ἀναγινώσκεις;
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου
ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου,
καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν.
Εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.
Ὁ δὲ θέλων
δικαιοῦν ἑαυτὸν, εἶπε πρὸς τὸν ᾿Ιησοῦν·
Καί τίς ἐστί μου πλησίον;
Ὑπολαβὼν δὲ ὁ ᾿Ιησοῦς εἶπεν·
Ἄνθρωπός τις κατέβαινεν ἀπὸ ῾Ιερουσαλὴμ εἰς ῾Ιεριχώ,
καὶ λησταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν, καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον,
ἀφέντες ἡμιθανῆ τυγχάνοντα.
Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ
ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.
Ὁμοίως δὲ καὶ Λευΐτης, γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν
καὶ ἰδὼν, ἀντιπαρῆλθε.
Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη,
καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων
ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς
πανδοχεῖον,
καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών,
ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ·
Ἐπιμελήθητι
αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι
τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
Ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ.
Εἶπεν οὖν αὐτῷ ὁ ᾿Ιησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
Φωνή του Κυρίου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου