Σάββατο 21 Νοεμβρίου 2020

Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω

ΚΥΡΙΑΚΗ 22 ΝΟΕΜΒΡΙΟΥ 2020

ΕΝΑΤΗ ΚΥΡΙΑΚΗ ΛΟΥΚΑ

 

Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω

κ τοῦ κατά Λουκᾶν   Κεφ. 12:16-21

Εἶπε ὁ Κύριος τήν παραβολὴν τάυτην·

Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ, λέγων·

Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;

Καὶ εἶπε·

Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου,

καὶ ἐρῶ τῇ ψυχῇ μου·

Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.

Εἶπε δὲ αὐτῷ ὁ Θεός·

Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται;

Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.

 Ταῦτα λέγων ἐφώνει·

Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.


Τὸ Εὐαγγέλιον

Κήρυγμα και εικόνα: Κέρδη επίγεια και ουράνια δεν δίνουν ευτυχία

Κυριακή Θ΄ Λουκά – Θεία Λειτουργία στο Μετόχι Ιεράς Μονής Κύκκου, Άγιος Προκόπιος
Χοροστατούντος του Σεβασμιοτάτου Μητροπολίτου Νέας Κρήνης και Καλαμαριάς Ιουστίνου

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου