ΚΥΡΙΑΚΗ 4 ΟΚΤΩΒΡΙΟΥ 2020
ΔΕΥΤΕΡΑ ΚΥΡΙΑΚΗ ΛΟΥΚΑ
Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν
Ἐκ
τοῦ κατά Λουκᾶν Κεφ. 6: 31-36
Εἶπεν ὁ Κύριος·
Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς
ποιεῖτε αὐτοῖς ὁμοίως.
Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις
ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι.
Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία
ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι.
Καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία
ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν, ἵνα ἀπολάβωσι τὰ
ἴσα.
Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε, μηδὲν
ἀπελπίζοντες·
καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς,
καὶ ἔσεσθε υἱοὶ τοῦ Ὑψίστου· ὅτι αὐτὸς
χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν
οἰκτίρμων ἐστί.
της Κυριακής 4 Οκτωβρίου 2020
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου