ΚΥΡΙΑΚΗ 14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2021
Της Χαναναίας
Κυριακῇ ΙZ' Ματθαῖου
Ἐκ τοῦ κατά Ματθαῖον Κεφ. 15: 21-28
Τῷ καιρῷ ἐκείνῳ,
ἐξῆλθεν
ὁ ᾿Ιησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
Καὶ
ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἐκραύγαζεν αὐτῷ, λέγουσα·
Ἐλέησόν με, Κύριε, Υἱὲ Δαυΐδ, ἡ θυγάτηρ
μου κακῶς δαιμονίζεται.
Ὁ
δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον.
Καὶ
προσελθόντες οἱ Μαθηταὶ αὐτοῦ, ἠρώτων αὐτὸν, λέγοντες·
Ἀπόλυσον
αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
Ὁ δὲ ἀποκριθεὶς, εἶπεν· οὐκ ἀπεστάλην εἰμὴ εἰς
τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ.
Ἡ
δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι.
Ὁ δὲ ἀποκριθεὶς εἶπεν·
Οὐκ
ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις.
Ἡ
δὲ εἶπε·
Ναί,
Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς
τραπέζης τῶν κυρίων αὐτῶν.
Τότε
ἀποκριθεὶς ὁ ᾿Ιησοῦς, εἶπεν αὐτῇ·
Ὦ
γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις.
Καὶ
ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Τὸ Εὐαγγέλιον από christopherklitou.com
Διαβάστε σχετικό άρθρο από orthodoxia.info
Η πίστη και επιμονή της Χαναναίας γυναίκας για λίγα ψίχουλα αγάπης
The Four Gospels, Gondar, mid-17th century Vellum, original stamped leather cover, 238 leaves, 465x410 mm British Library Oriental 510
The Jesuits and Ethiopian Art home.iscte-iul.pt
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου